TLG 1835 002 :: AGROETAS :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 294–295. Frr. 1–6 Citation: Fragment — (line) | ||
t1-5 | ΛΙΒΥΚΑ. | |
t1-2 | E LIBRO PRIMO. | |
1 | Herodianus Π. μον. λέξ.: Ἀγροίτας αʹ Λιβυκῶν· «Ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πλησιά‐ σαι ταῖς Νύμφαις καὶ γεννῆσαι παῖδα μυρμαδάναρ· αὐδα κήνας· βυγάνμα· καλομάκαν ψῦλλον, ἀφ’ οὗ | |
5 | ψῦλλοι τὸ ἔθνος.» | |
---|---|---|
2 | Schol. Apoll. Rh. II, 498: Ἀγροίτας δὲ ἐν πρώτῳ Λιβυκῶν, ὑπὸ Ἀπόλλωνος εἰς Κρήτην αὐτὴν (τὴν Κυρήνην) κομισθῆναι, ἐκεῖθεν δὲ εἰς Λιβύην. Ἀδελφὴ δὲ Κυρήνης Λάρισσα· ἧς ὁμώνυμος πόλις ἐν | |
5 | Θεσσαλίᾳ. Τινὲς δέ φασι τὴν Κυρήνην Πηνειοῦ θυγατέρα γενέσθαι, κακῶς. Ἔνεμεν γὰρ παρ’ αὐτῷ θρέμματα, | |
οὐκ ἔτι δὲ καὶ θυγάτηρ αὐτοῦ ἦν. | 294 | |
3(t) | E LIBRO TERTIO. | |
1 | Idem IV, 1396: Τὸν δράκοντα Λάδωνα ἐκάλουν. Τοῦτον δὲ Πείσανδρος ὑπείληφεν ἀπὸ τῆς γῆς γεγενῆ‐ σθαι. Ἡσίοδος δὲ ἐκ Τυφῶνός φησιν. Ἀγροίτας δὲ ἐν γʹ Λιβυκῶν φησὶ, μὴ μῆλα εἶναι, ἀλλὰ πρόβατα κάλ‐ | |
5 | λιστα, ἃ χρυσᾶ ὠνομάσθη· ἔχειν δὲ ταῦτα ποιμένα ἄγριον, ὃν διὰ τὸ ἀνήμερον δράκοντα ὠνομάσθαι. | |
4 | Idem IV, 1492: Τὸν δὲ Ἀκακαλλί‐ δος υἱὸν Ἀμφίθεμιν καὶ Γαράμαντά φησι κληθῆναι (sc. Alexander Polyh.). Οἱ μὲν οὖν ἀπ’ αὐτοῦ τὸ ἔθνος τοὺς Γαράμαντας καλεῖσθαί φασιν· οἰκοῦσι δὲ οὗτοι | |
5 | τὴν Λιβύην· οἱ δὲ ἀπὸ τοῦ ἔθνους αὐτόν. Εὐσεβεῖς δὲ οἱ Γαράμαντες, καὶ ναοὶ ἐν αὐτοῖς ἵδρυνται, ὡς ἄλλοι τε καὶ Ἀγροίτας ἱστορεῖ. | |
5 | Steph. Byz.: Ἄμπελος πόλις τῆς Λιγυστικῆς ... Ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. Ἔστι καὶ ἑτέρα ἄκρα τῆς Σάμου, καὶ ἄλλη ἐν Κυρήνῃ· Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω, τὴν | |
5 | δὲ κάτω. | |
t6 | ΣΚΥΘΙΚΑ. | |
6(t) | E LIBRO XIII. | |
1 | Schol. Apoll. Rh. II, 1248: Ἀγροίτας δὲ ἐν τρισκαιδεκάτῃ (ἐν τῇ γʹ?) τῶν Σκυθικῶν δαπανᾶσθαί φησι τὸ ἧπαρ Προμηθέως δόξαι ὑπὸ τοῦ ἀετοῦ, διὰ τὸ τὴν κρατίστην τοῦ Προμηθέως χώραν τὸν ποταμὸν | |
5 | τὸν καλούμενον Ἀετὸν φθείρειν. Ἧπαρ δὲ παρὰ πολ‐ λοῖς, ὥσπερ καὶ οὖθαρ, τὴν εὔκαρπον λέγεσθαι γῆν. Ἡρακλέους δὲ ἐξοχετεύσαντος διόρυξι τὸν ποταμὸν, τόν τε ἀετὸν δόξαι ὑπ’ αὐτοῦ κεχωρίσθαι, καὶ τὸν Προμη‐ | |
θέα λελύσθαι τῶν δεσμῶν. | 295 |